Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.405 Joseph. AJ 8.409 (English) >>Joseph. AJ 8.413

8.407λέγειν γὰρ αὐτὸν οὐδὲν ἀληθές· τεκμηρίῳ δὲ ἐχρήσατο οἷς Ἠλίας προεφήτευσεν τούτου κρείττων τὰ μέλλοντα συνιδεῖν· καὶ γὰρ τοῦτον ἔλεγε προφητεύσαντα ἐν Ἱεζερήλα πόλει ἐν τῷ Ναβώθου ἀγρῷ τὸ αἷμα αὐτοῦ κύνας ἀναλιχμήσεσθαι προειπεῖν, καθὼς καὶ Ναβώθου τοῦ διʼ αὐτὸν καταλευσθέντος ὑπὸ τοῦ ὄχλου. 8.408δῆλον οὖν, ὅτι οὗτος ψεύδεται τῷ κρείττονι προφήτῃ τἀναντία λέγων ἀπὸ ἡμερῶν τριῶν φάσκων τεθνήξεσθαι. γνώσεσθε δʼ εἴπερ ἐστὶν ἀληθὴς καὶ τοῦ θείου πνεύματος ἔχει τὴν δύναμιν· εὐθὺς γὰρ ῥαπισθεὶς ὑπʼ ἐμοῦ βλαψάτω μου τὴν χεῖρα, ὥσπερ Ἰάδαος τὴν Ἱεροβοάμου τοῦ βασιλέως συλλαβεῖν θελήσαντος ἀπεξήρανε δεξιάν· ἀκήκοας γὰρ οἶμαι τοῦτο πάντως γενόμενον.” 8.409 ὡς οὖν πλήξαντος αὐτοῦ τὸν Μιχαίαν μηδὲν συνέβη παθεῖν, Ἄχαβος θαρρήσας ἄγειν τὴν στρατιὰν πρόθυμος ἦν ἐπὶ τὸν Σύρον· ἐνίκα γὰρ οἶμαι τὸ χρεὼν καὶ πιθανωτέρους ἐποίει τοῦ ἀληθοῦς τοὺς ψευδοπροφήτας, ἵνα λάβῃ τὴν ἀφορμὴν τοῦ τέλους. Σεδεκίας σιδήρεα ποιήσας κέρατα λέγει πρὸς Ἄχαβον, ὡς θεὸν αὐτῷ σημαίνειν τούτοις ἅπασαν καταστρέψεσθαι τὴν Συρίαν. 8.410Μιχαίαν δὲ μετʼ οὐ πολλὰς ἡμέρας εἰπόντα τὸν Σεδεκίαν ταμιεῖον ἐκ ταμιείου κρυβόμενον ἀμείψειν ζητοῦντα φυγεῖν τῆς ψευδολογίας τὴν δίκην, ἐκέλευσεν βασιλεὺς ἀπαχθέντα φυλάττεσθαι πρὸς Ἀχάμωνα τὸν τῆς πόλεως ἄρχοντα καὶ χορηγεῖσθαι μηδὲν ἄρτου καὶ ὕδατος αὐτῷ περισσότερον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.405 Joseph. AJ 8.409 (English) >>Joseph. AJ 8.413

Powered by PhiloLogic